Εμφάνιση αναρτήσεων με ετικέτα Προσευχες. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Προσευχες. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 2 Νοεμβρίου 2020

Όρθρος των Χριστουγέννων

Εκκλησιαστικα Κειμενα / Προσευχές / Όρθρος των Χριστουγέννων

 Ἀκολουθία τοῦ Ὄρθρου τῆς 25ης Δεκεμβρίου
Ἡ κατὰ σάρκα γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ
Εἰ τύχοι ἡ Ἑορτὴ ἐν Κυριακῇ ἢ Δευτέρᾳ

Ὁ Ἱερεὺς:
Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορὸς
Ἀμήν.

Ἅπαντα τὰ καθορισμένα ἕως τὸν Ἑξάψαλμον καὶ ἔπειτα...

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,...
ὁ α’ χορός
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος δ' - Κατεπλάγη Ἰωσὴφ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον· Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ
Δεῦτε ἴδωμεν πιστοί,...
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Κάθισμα ὅμοιον
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ
Τί θαυμάζεις Μαριάμ;...
Μετὰ τὸν Πολυέλεον
Κάθισμα
ὁ α’ χορὸς
Κάθισμα ὅμοιον
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν. Ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν, δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη Χριστὸς, τὸν ἄνω κόσμον θέλων ἀναπληρῶσαι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ
Ὁ ἀχώρητος παντί,...
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ, καθάρσει, ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
ὁ α’ χορὸς
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται.
ὁ β’ χορός
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.
ὁ α’ χορὸς
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ὁ α΄ χορὸς
Ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς:
Κύριε, ἐλέησον (γ').
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εὐαγγέλιον κατὰ Ματθαῖον (Κεφ. 1, 18-25)
Τοῦ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου λέγοντος·᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου· καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν' ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Τὰ σύμπαντα σήμερον χαρᾶς πληροῦνται· Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Τὰ σύμπαντα σήμερον χαρᾶς πληροῦνται· Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος πλ.β'
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Ἰδιόμελον
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου... Ἐλέει καὶ οἰκτιρμοῖς...
Κανόνες
Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

ᾠδὴ α' Ἦχος α'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
ὁ α’ χορός
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται· τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς· ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων
Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει
Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον.
Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.
Ἀλλ' Ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων.

ᾠδὴ α’ Ἦχος ὁ αὐτὸς
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ β΄ χορὸς
Ἔσωσε λαόν,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
ᾠδὴ γ'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν· ὁ δι' ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
ὁ α’ χορός
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
Νεῦσον πρὸς ὕμνους...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἳνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...
Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι’ ἀστέρος τοὺς Μάγους καλέσας, οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τί γάρ εὐτελέστερον σπηλαίου; τί δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.
ᾠδὴ δ'
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β΄ χορὸς
Τοῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
ὁ α’ χορός
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι· Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Ἰαμβικὸς
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
ὁ α’ χορός
Ἴσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,
Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,
Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,
Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,
Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.
ὁ β΄ χορὸς
Δόξα Πατρὶ...
Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.
Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,
Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,
Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.
ὁ α’ χορός
Καὶ νῦν...
Ῥίζης φυεῖσα τοῦ Ἱεσσαὶ Παρθένε,
Ὄρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,
Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.
Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν...
ὁ β΄ χορὸς
...τῇ κενώσει τῇ ξένῃ.
ᾠδὴ ε'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
Θεὸς ὢν εἰρήνης,...
ὁ α’ χορός
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
ὁ β΄ χορὸς
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.
Ἰαμβικὸς
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ' ἣν ἀνατρέχοντες, εὓροιμεν κλέος.
ὁ β΄ χορὸς
Ἐκ νυκτὸς ἔργων,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,
Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,
Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,
Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,
Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας.
Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,
Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,
Οὐ πλεῖον...
ὁ α’ χορός
...ἐξήνθησεν ἡ ἁμαρτία.
ᾠδὴ ς'
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
Σπλάγχνων Ἰωνᾶν,...
ὁ β΄ χορὸς
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
ὁ α’ χορός
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται· τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Ἰαμβικὸς
ὁ β’ χορός
Ὁ Εἱρμὸς
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.
ὁ α’ χορός
Ναίων Ἰωνᾶς,...
ὁ β΄ χορὸς
Δόξα Πατρὶ...
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
ὁ α’ χορός
Καὶ νῦν...
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον
Ἦχος γ' Αὐτόμελον
Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ
Ἡ Παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ σπήλαιον τῷ Ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. Δι' ἡμᾶς γὰρ ἐγεννήθη Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν, τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν τὰ τοῦ Παραδείσου, ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν, ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον οὗ πιεῖν Δαυΐδ πρὶν ἐπεθύμησεν, ἐκεῖ Παρθένος, τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ, διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.'
Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;
Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Στίχοι
Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,
Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Στίχοι
Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,
Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν Ποιμένα.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καταβασίαι
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος α'
Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἲσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ α’ χορός
Ὠδὴ γ'
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς...
ὁ α’ χορός
...τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
Ὠδὴ δ'
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ Aἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
Ἰαμβικὸς
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν,...
ὁ β΄ χορὸς
...εἰς ἀνάπλασιν Λόγος.
ὁ α’ χορός
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ' ἣν ἀνατρέχοντες,...
ὁ α’ χορός
...εὕροιμεν κλέος.
ὁ β΄ χορὸς
Ὠδὴ ς'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
Ἰαμβικὸς
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε...
ὁ β΄ χορὸς
...τῆς ἐμῆς ῥαθυμίας.
ὁ α’ χορός
ᾠδὴ ζ'
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός ἐστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς, εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν,...
ὁ α’ χορός
...εἰς αἰῶνας εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἰαμβικὸς
Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
Ὠδὴ θ'
Μεγαλυνάρια
Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ Ἦχος α'
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον ὁρῶ, καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ Ἀχώρnτος Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου τὸν ἐκ τῆς Παρθένου Θεὸν σαρκὶ τεχθέντα.
Ἐξαίσιον δρόμον ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ εἰς σωτηρίαν ἡμῶν.
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου τὸν ἐν τῷ Σπηλαίῳ τεχθέντα Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν. Mανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου τῶν ὑπὸ τῶν Μάγων Θεὸν προσκυνηθέντα.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον ἐγκατέλιπον παιζόμενον.
Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
ὁ α’ χορός
Σήμερον ἡ Παρθένος τίκτει τὸν Δεσπότην ἔνδον ἐν τῷ Σπηλαίῳ.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ μήτηρ σθένους,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
ὁ β΄ χορὸς
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Στέργειν μὲν ἡμᾶς,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Καταβασίαι
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
ὁ β΄ χορὸς
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικὸς
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ μήτηρ σθένους,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
ὁ α’ χορὸς
Ἦχος γ’ Αὐτόμελον
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
ὁ β’ χορὸς
Ἐπεσκέψατο ἡμᾶς,...
ὁ α’ χορὸς
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου...
ὁ β’ χορὸς
...ἐτέχθη ὁ Κύριος.
Αἶνοι
Ἦχος δ’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ αὐτὸς
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει, μάγοι προσκυνοῦσι, ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ αὐτὸς
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ αὐτὸς
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
ὁ α’ χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ἦχος πλ.β'
Γερμανοῦ
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἰωάννου Μοναχοῦ ἦχος β’
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν...
Δοξολογία Μεγάλη
Εἰς ἦχον β’ (σύντομος)
ὁ α’ χορός
...Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία...

καὶ εὐθύς
ὁ β’ χορός
Τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Καὶ ἄρχεται ἡ Θεία Λειτουργία


Μέτρον Ικασίας δια στίχων ιάμβων

Εκκλησιαστικα Κειμενα / Προσευχές / Μέτρον Ικασίας δια στίχων ιάμβων

Μέτρον ᾿Ικασίας διὰ στίχων ἰάμβων

Κασσιανή

Cod. Marc. gr. 408. Fol. 144v.

Μισῶ φονέα κρίνοντα τόν θυμώδη.
Μισῶ τὸν μοιχόν, ὅταν κρίνηι τὸν πόρνον.
Μισῶ κελεφὸν τὸν λεπρὸν ἐξωθοῦντα.
Μισῶ τόν μωρὸν φιλοσοφεῖν δοκοῦντα.
5 Μισῶ δικαστὴν προσέχοντα προσώποις.
Μισῶ πλούσιον ὡς πτωχὸν θρηνωδοῦντα.
Μισῶ τὸν πτωχὸν καυχώμενον ἐν πλούτωι.
Μισῶ χρεώστην ἀμερίμνως ὑπνοῦντα.
Μισῶ κολοβὸν μακρὸν ἐξουθενοῦντα.
10 Μισῶ τὸν μακρόν, ἂν πελωλὸς τυγχάνηι.
Μισῶ τόν ψεύστην σεμνυνόμενον λόγοις.
Μισῶ μέθυσον πίνοντα καὶ διψῶντα.
Μισῶ τὸν λίχνον ὡς ὀλιγοψιχοῦντα.
Μισῶ γέροντα παίζοντα μετὰ νέων.
15 Μισῶ ῥάιθυμον καὶ τὸν ὑπνώδη μᾶλλον.
Μισώ τὸν ἀναίσχυντον ἐν παρρησίαι.
Μισῶ τὸν πολυλόγον ἐν ἀκαιρία.
Μισῶ σιωπήν, ὅτε καιρὸς τὸν λέγειν.
Μισῶ τὸν πᾶσι συμμορφούμενον τρόποις.
20 Μισῶ τὸν δόξης χάριν ποιοῦντα πάντα.
Μισῶ τὸν λόγοις οὐκ ἀλείφοντα πάντας .
Μισῶ μὴ ζητούμενον καὶ προσλαλοῦντα.
Μισῶ τὸν διδάσκοντα μηδὲν εἰδότα.
Μισῶ φίλεχθρον'· οὐ γὰρ φιλεῖ τὸ θεῖον.
25 Μισῶ φειδωλὸν καὶ μάλιστα πλουτοῦντα.
Μισῶ τὸν ἀγνώμονα καθὼς Ἰούδαν.
Μισῶ τὸν μάτην συκοφαντοῦντα φίλους.

Κτίστας θεωρείς του πανεδόξου δόμου

 Εκκλησιαστικα Κειμενα / Προσευχές / Κτίστας θεωρείς του πανεδόξου δόμου

Κτίστας θεωρεῖς τοῦ πανενδόξου δόμου

Συγγραφέας : ανώνυμος

Ιαμβικό τρίμετρο - A. Rhoby, Byzantinische Epigramme auf Fresken und Mosaiken, Byzantinische Epigramme in inschriftlicher Überlieferung, τ. 1 [Österreichische Akademie der Wissenschaften. Philosophisch-historische Klasse. Denkschriften, Band 374 / Veröffentlichungen zur Byzanzforschung XV], Wien 2009, 385-387.

Κτίστας θεωρεῖς τοῦ πανενδόξου δόμου

ἐκεῖθεν ἔνθεν μάρτυρος Δημητρίου

τοῦ

βάρβαρον κλύδωνα βαρβάρων στόλῳ

μετατρέποντος κ(αὶ) πόλιν λυτρουμένου

Επίγραμμα, Μιχαήλ άναξ Ρώμης

Εκκλησιαστικα Κειμενα / Προσευχές / Επίγραμμα, Μιχαήλ άναξ Ρώμης

Επίγραμμα, Μιχαήλ άναξ Ρώμης
Μιχαὴλ Ῥώμης ἄναξ
A. Rhoby, Byzantinische Epigramme auf Fresken und Mosaiken (Byzantinische Epigramme in inschriftlicher Überlieferung, Bd. 1, έκδ. W. Hörandner – A. Rhoby – A. Paul), Wien 2009, 196, αρ. 111. 


Πρὸς σοὺς πόδας τί[θη]μι τὸ κράτους στέφ[ος],
Δέσποινα πάντων, Μιχαὴλ Ῥώμης ἄναξ˙
[σ]ὺ γὰρ παρέσχες τοῦ[το] καὶ δοίης ἔτι
μακράν τε ζωὴν καὶ [νόσων] ἀνωτέραν,

5 νίκην κατ’ ἐχθρῶν δ[υσ]μενῶν, ἐναντίω[ν]
δυὰς δυσωπεῖ ταῦτα τῶν ἀσωμάτων,
ἀποστόλων ἄρ[ρητ]ος ὄντως ἀκ[ρότης,
τ]ὸ πανσέ[βαστ]ον τῶν θυηπό[λ]ων στῖφος
[κ]αὶ θαυματουργῶ(ν) μαρτύρων συναυλία˙

10 χρόνῳ καμόντα τόνδε τὸν θεῖον [δόμον]
καὶ πτῶσιν αὐθ[όρμ]ητον ἠπειληκό[τα]
ἤμειψε λαμπρῶς Μιχαὴλ στ[εφηφόρος]˙
εὑρὼν γὰρ αὐτοῦ τὴν στέγην σαθράν ὅλην
καὶ τὰς [κερά]μους πα[ντελῶ]ς βεβ[λαμμέν]ας

15 ὡς μὴ [βαρεῖα]ν ὑετοῦ [δίνη]ν φέρει,
καινὸν μετεσκεύασεν ὡς δο[κεῖν] <......>
νῦν [ἐκ] βάθρ[ων], γενέσθαι θ[αῦ]μά τι ξένον

Κυριακή 1 Νοεμβρίου 2020

Επί χρόνων Λέοντος

 Εκκλησιαστικα Κειμενα / Προσευχές / Επί χρόνων Λέοντος

Επί χρόνων Λέοντος

Συγγραφέας : ανώνυμος

Επί χρόνων Λέοντος ήβώντα βλέπεις

κανθέντα το πρίν τον ναόν Δημητρίου.

Εις τον Βόνον πατρίκιον και τοποτηρητήν του βασιλέως - Γεώργιος Πισίδης

 Εκκλησιαστικα Κειμενα / Προσευχές / Εις τον Βόνον πατρίκιον και τοποτηρητήν του βασιλέως

Εἰς Βόνον πατρίκιον καὶ τοποτηρητὴν τοῦ βασιλέως

Γεώργιος Πισίδης


Πάλαι μὲν εἶχεν Ἡρακλῆς Εὐρυσθέα μικρῶν ἀγώνων, ὡς δοκεῖ μοι,

προστάτην· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων

πεπνιγμένος; ἀντεισφορᾷ δὲ σήμερον τῶν κρειττόνων σοί, τῷ συνόπλῳ, κοσμικὴν

ἀγωνίαν ὁ κοσμορύστης Ἡρακλῆς ἐπιτρέπει· οὐκ εἰς φόνους γὰρ τεχνικόν σε

τοξότην, ἀλλ' εἰς τὸ σῴζειν οἶδε τεχνίτην μέγαν. ἐντεῦθεν ὑμᾶς τοὺς ἀγῶνας

εἰκότως τοὺς ἀντὶ πάντων ἐκτελεῖν ψηφίζεται, οὐκ ἐξ ἀνάγκης· πῶς γὰρ ἂν πάθοι

βίαν ψυχὴ πόθῳ τρώσασα καὶ τετρωμένη; ἀλλ' ἔνθα μᾶλλον συντρέχουσιν οἱ πόνοι

εἰς ταὐτὸ συννεύοντες, ἐνταῦθα πλέον ἡ τῶν ποθούντων θερμότης ἀνάπτεται, καὶ

πίστιν αὐτοῖς ἀσφαλεστέρου πόθου ἡ τῶν ἀναγκῶν εἰσάγει περίστασις, καὶ

λανθάνουσι τοὺς φιλοῦντας οἱ πόνοι ἐν τῇ σχέσει κλέψαντες ἢ κεκλεμμένοι· εἰ

σωμάτων γὰρ ὑλικὴ συνουσία τὴν σάρκα ποιεῖ τὴν διεστῶσαν μίαν, τὴν ψυχικήν τις

πῶς ἕνωσιν ἐκφράσοι, ὅπου τὸ πνεῦμα συντρέχει τῷ πνεύματι καὶ τῶν ἀΰλων

συντεθέντων ὀργάνων ἐκ τῆς νοητῆς εὐγενοῦς συνουσίας ψυχὴ μία πρόσεστι

σώμασιν δύο; οὐ γὰρ τοσοῦτον τοὺς ὑπαιτίους πόθους κρατοῦντας ἴσμεν, ἀλλ'

ἐνυπνίου δίκην· εἰ καί τις αὐτοὺς ἐξανάψει πυρφόρος, ἀπῃθάλωσεν ἐν βραχεῖ τὴν

λαμπάδα· εἰ καὶ ταχύς τε καὶ πτερωτὸς εἰσβάλοι, ὡς πτηνὸς ἀρθεὶς ὀξέως ἀφίπταται

πρὸς ἡδονὴν δὲ τόξον ἕλκων, ὡς λόγος, πληγὴν ἀφῆκε τῷ τετρωμένῳ μόνον· ὁ δ' αὖ

βεβηκὼς καὶ φρενοκρατὴς ἔρως, συνουσιώσας τὴν φιλάλληλον σχέσιν, οὐκ οἶδεν

ὄκνον, οὐ προβάλλεται φόβον, οὐ τὰς ἀδήλους ἐννοεῖ περιστάσεις, οὐκ εὐλαβεῖται

τὴν ἐπὶ σφαίρας τύχην, ἀλλ' ὥσπερ ἔνδον συντεθεὶς τῇ καρδίᾳ καὶ συμπεριπλεῖ καὶ

συνοδεύει πολλάκις, καὶ πᾶν τὸ μακρὰν πλησίον λογίζεται, καὶ τοῖς ἀποῦσι

συμπαρὼν λογίζεται, καὶ πανταχοῦ δείκνυσι τὴν κοινὴν σχέσιν· οὐ σχίζεται γάρ,

οὔτε μὴν μερίζεται, ἀλλ' ἔστιν ἐκτὸς ἔνδον, ὡς ὁ δεσπότης ἔνεστιν ἐν σοί, κἂν δοκῇ

διεστάναι. ἀλλ' ὦ διαυγὲς ὄμμα τῆς οἰκουμένης, τὸν νοῦν ἔχων ὄχημα φωτὸς

ἐμφύτου, εἰ καὶ διέστης πρὸς τὸ Περσικὸν νέφος καὶ τῇ χαλάζῃ συμπλέκῃ τῇ

βαρβάρῳ, γενοῦ πρὸς ἡμᾶς, καὶ βλέπει τὸν ἥλιον Ῥώμης ὁ κόσμος, καινοτομῶν δὲ

τὸν χρόνον χειμῶνι λάμψον, καὶ κατευθύνεις ἔαρ. οἴκτειρον ἡμᾶς, οὓς ἐλυτρώσω

πάλαι, δι' οὓς τοσούτους ἔσχες ὠδίνων πόνους, τὸν ἐκ τυράννου κόσμον

ἠτεκνωμένον ξένῳ θελήσας τεκνοποιῆσαι σπόρῳ, οἴκτειρον ἡμᾶς, ὡς ἀνέγκλητα

βρέφη· θρασύνεται γὰρ πολλάκις καὶ νήπια ἐν ἁπλότητι παιδικῶν ψελλισμάτων·

ὅμως τὸ λυποῦν ἡ σχέσις βιάζεται· ἡ γὰρ φύσις νυγεῖσα συγγνώμην ἔχει, εἰ καί τι

δράσει νηπιῶδες τὸ βρέφος· ῥαπίζεται γὰρ ἡ τεκοῦσα πολλάκις, καὶ πρὸς τὸ τέκνον

εὐμενῶς ἐπιστρέφει, καὶ τῶν πρίν, ὡς ἔοικεν, ὠδίνων πάλιν μνησθεῖσα πάντα

συγκαλύπτει καὶ στέγει, καὶ παιδικὴν μὲν οὐδαμῶς λύπην ἔχει, τῷ δὲ προσώπῳ

σχηματίζει τὸν φόβον πλάττουσα θυμὸν εἰς ἐπιστήμην μόνον· ἀνέξεται δὲ καὶ πατὴρ

ῥαπισμάτων, καὶ ταῦτα μᾶλλον ἡδέως ἀσπάζεται, εἴπερ τὰ τέκνα στυγνιῶντα

προσβλέπει. πλὴν οὐχ ὅμοια ταῦτα πρὸς τὸ σὸν κράτος, ὃς οὐδὲ μέχρι τοῦ δοκοῦντος

ὀργίλου τὸν σὸν καθ' ἡμῶν ἐξανέστησας φόβον, ἀλλ' εἰς τοσοῦτον ἐκπυροῖς τὰ τοῦ

πόθου, ὡς ἐν βραχεῖ δραμεῖν σε τὴν οἰκουμένην, καὶ πρὸς τοσούτων βαρβάρων

ἀνενδότως χειμῶνα κάμνειν καὶ δοκεῖν θυμηδίαν ἔχειν ἐκείνην τὴν μακρὰν

ἀθυμίαν· τόπον γὰρ ἀργὸν τῆς ἀφ' ἡμῶν φροντίδος οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἐπιτρέχεις

ὅλους ὡς ἐν περιόδῳ κοσμικῆς ἀρρωστίας, καὶ πρὸς τὰ κοινὰ τῶν νοσούντων

τραύματα χειρουργὸς αὐτὸς πανταχοῦ κατεστάθης, θλίβων σεαυτὸν συμφοραῖς

ἀλλοτρίαις ὁ τῶν πονούντων τοὺς πόνους ἔχων πλέον· ἀεὶ γὰρ ἡμῖν οὐσιώθης τοῖς

πόνοις τὰς ἀντὶ πάντων ἀσθενείας βαστάσας, ἐκ βαρβάρων κίνδυνον, ἐξ ἐχθρῶν

φόβον, ἔξωθεν ἔχθρας, ἔνδοθεν τὰς φροντίδας, ἱδρῶτας εἰς γῆν, ἐν θαλάττῃ

συγχύσεις, μάχας τυράννων, προσβολὰς ὑπηκόων, χειμῶνα καὶ καύσωνα καὶ τὰς ἐν

μέσῳ παρεμπεσούσας φορτικὰς ἀγρυπνίας· ἁπλῶς τὸ σῶμα, τὰς φρένας, τὴν

καρδίαν, ὅλον σεαυτὸν προσκαθήλωσας πόνοις, ὅπως τὸ κοινὸν σῶμα μὴ φέρῃ

πόνους· καὶ πολλὰ κάμνεις καὶ μάχῃ πρὸς τὴν νόσον, κλέπτων, ὑφέλκων τῶν

φθορῶν τὴν αἰτίαν· καὶ τῶν νοσουργῶν οὐκ ἐφείσω χωρίων, πῇ μὲν φλογίζων, πῇ

δὲ τέμνων τῷ ξίφει· τὴν ζωτικὴν δὲ συμφυλάττεις καρδίαν ποιῶν καθάρσεις ἐξ

ἀδήλων τῶν πόρων καὶ τὴν ἀνάγκην μετοχετεύων τῆς νόσου καὶ πρὸς τὸ νύγμα τῶν

ἀκινδύνων τόπων τὴν τοῦ πάθους σύρροιαν ἑλκύσαι θέλων. ὅμως βοηθὸς νῦν

γενοῦ τοῦ καιρίου καὶ τὴν διαυγῆ τῆς ὅλης οἰκουμένης κόρην φύλαξον, τὴν

περίβλεπτον Πόλιν. διττοῦ γὰρ εἰσφρήσαντος, ὥς φασιν, πόνου τὸν ἄλλον

ἠμαύρωσεν ὁ σφοδρὸς πόνος. πείσουσιν ὑμᾶς οἱ κλάδοι σου, δέσποτα, οἱ ψυχαγωγοὶ

μαργαρῖται τοῦ βίου ὡς μαργαρίτας ἐκχέοντες δάκρυα· ὄντες γάρ, ὥσπερ ἐσπάρησαν,

ἔμφρονες παραψυχὴν ἔχουσιν ἐλπίδος μίαν τὴν σύντομόν σου σὺν Θεῷ παρουσίαν.

δέχου παρ' αὐτῶν τοὺς στεναγμοὺς ἐκ βάθους, πρέσβεις ἐπείκτας κοσμικῆς

σωτηρίας, πρέσβεις ἀπόντας, ἀλλὰ πείθοντας πλέον τῷ μὴ παρεῖναι καὶ ποθεῖσθαι

μειζόνως· τὴν γὰρ κατὰ πρόσωπον εἰς δέον τάχα ἔντευξιν αὐτῶν οὐκ ἐφῆκεν ὁ

χρόνος. δέος γὰρ εἶχεν, οἷα διττῶν ὀμμάτων ἡ κοινότης ἐρῶσα φωστήρων δύο, μὴ

τῇ στερήσει τοῦ διαυγοῦς ἡλίου καὶ τῆς σελήνης τῆς δι' αὐτοῦ φωσφόρου πάθοι

διπλῆν ἔκλειψιν εἰς μίαν Πόλις. ἀλλ' ὦ μεσουρανοῦντος ἡλίου δρόμον φθάνων,

προπηδῶν ἐκ διαλλαγῆς τάχος κἂν γὰρ πρόσωπον ζωγραφήσῃς ὀργίλον, φεύγεις τὸ

πλάσμα καὶ χρονίζειν οὐ θέλεις, ὁ πραότητος εἰς τοσοῦτον ἠρμένος, ὡς καὶ δοκεῖν

χαυνοῦν σε τὴν ἐξουσίαν, δὸς χεῖρα τοῖς κράζουσι καὶ πρὸ τοῦ χρόνου φθάσας

ἔγειρον τοὺς πεσεῖν ἠπειγμένους· ποίησον ἡμῶν τὰς ἐρημίας πόλεις ὅπου γὰρ ὀφθῇς,

πάντα γίνονται πόλεις, οἴκτειρον ἐν δέοντι μητρικὸν γάλα, ὁ νῦν δι' ἡμᾶς καὶ πρὸ

τοῦ χρόνου γέρων, καὶ νῦν μεταστὰς τῶν ἑωσφόρων τόπων ποίησον ὄρθρον εἰς τὸ

πρὸς δύσιν μέρος, καὶ σπεῦσον, εἰ χρή, προφθάσαι τὸν ἥλιον πρὸ τοῦ γενέσθαι τὴν

τροπὴν τῆς ἡμέρας, ὅπως σε φρίξῃ πᾶσα βάρβαρος τύχη, καὶ πᾶσα θαυμάσῃ σε χώρα

καὶ Πόλις, καὶ πᾶς ὁ κόσμος ἐξ ἀΰλων χρωμάτων ἀειφανεῖ σε ζωγραφήσωσιν τύπῳ,

στέφοντες ὑμᾶς ἐκ λόγων τὸ δεύτερον. καὶ ταῦτα μὲν δὴ τῆς ἀνάγκης ὁ χρόνος

φράσαι συνεῖδεν ἐμπόνως τὰ ῥήματα, ὁ τῷ λόγῳ δὲ πάντα μορφώσας Λόγος, ὁ

πάντα ποιῶν συμφερόντως, ὡς θέλει, τὰς σὰς τυπώσοι καὶ κατευθυνοῖ φρένας, ὡς

οἶδεν αὐτός, ὡς νομίζει συμφέρειν, τῶν σῶν δὲ δείξοι σφαλμάτων καθάρσιον ἣν

ἀνθ' ὅλων ἔσταξας ἱδρώτων χύσιν. ἀλλ' ὦ παρακμὴ τῶν παρελθουσῶν νόσων

μένοις ἅπαντας εἰς ἀνάκτησιν φέρων, καὶ τῷ σε γεννήσαντι τῷ κράτει κράτος.

ἐλθεῖν γένοιτο θᾶττον †εἰμηνοδρόμος† [...] τούτου χέοντος τὴν φορὰν τῶν δακρύων

[...] τοῦ δευτέραν σοι καὶ θεοπρεπεστέραν γέννησιν ἑλκύσαντος ἐκ πυρὸς δρόσου.


Εις την γεγομένην έφοδο των βαρβάρων και εις την αυτών αστοχίαν

 Εκκλησιαστικα Κειμενα / Προσευχές /  Εις την γεγομένην έφοδο των βαρβάρων και εις την αυτών αστοχίαν

Εἰς τὴν γενομένην ἔφοδον τῶν βαρβάρων καὶ εἰς τὴν αὐτῶν ἀστοχίαν

Γεώργιος Πισίδης

Τῶν ζωγράφων τις εἰ θέλει τὰ τῆς μάχης τρόπαια δεῖξαι, τὴν Τεκοῦσαν ἀσπόρως μόνην προτάξοι καὶ γράφοι τὴν εἰκόνα· ἀεὶ γὰρ οἶδε τὴν φύσιν νικᾶν μόνη, τόκῳ τὸ πρῶτον καὶ μάχῃ τὸ δεύτερον· ἔδει γὰρ αὐτήν, ὥσπερ ἀσπόρως τότε, οὕτως ἀόπλως νῦν τεκεῖν σωτηρίαν, ὅπως δι' ἀμφοῖν εὑρεθῇ καὶ παρθένος καὶ πρὸς μάχην ἄτρεπτος ὡς πρὸς τὸν τόκον. ἐγὼ δὲ μικροὺς τῶν ἀγώνων, ὡς ῥόδα, λόγους συνάξας ἐξ ἀκανθῶν τῆς μάχης, σοὶ τῷ φυτουργῷ τῶν φρενοσπόρων λόγων τούτους προσάξαι συμφερόντως εἱλόμην, ὅπως ὁ μακρὸς μὴ παρεκλύσῃ χρόνος τὰ τῶν καθ' ἡμᾶς θαυμάτων κινήματα. ἤδη μὲν ὥσπερ δυσγενεῖς ἀποσπάδες Τούρκων ἀποσχισθέντες ἄγριοι κλάδοι, καὶ τοῖς καθ' ἡμᾶς εὐγενεστάτοις τόποις παρεντεθέντες ὥσπερ ἐμφυλίσματα, καρποὺς παρεβλάστησαν ἐν τοῖς ἡμέροις φυτοῖς ὑποτρέφοντας ἀγρίαν φύσιν. ἐπεὶ δὲ λοιπὸν ἐκταθεῖσα τῶν κλάδων ἡ ῥίζα τῆς γῆς τοὺς ὅρους ὑφήρπασεν, ὕλη δὲ πολλῶν βαρβάρων ἐγίνετο, οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη, ἀλλ' ὥσπερ εἰς γῆν ἐμπεσοῦσαι λαμπάδες ἡ φλὸξ ἐκείνου τοῦ γένους ἀνημμένη τὸ τερπνὸν ἄνθος τῶν τόπων ἐβόσκετο. ὅμως ἐπισχεῖν τὴν τοσαύτην ἀγρίαν ὁ Ποντογείτων Ἴστρος ἴσχυσεν μόλις ὡς ῥευστὸν ἀντίφραγμα καὶ τεῖχος νέον· τεῖχος γὰρ αὐτοῖς ἀντέβη τὰ κύματα καὶ φραγμὸς ἑστὼς εἰς ἀείδρομον φύσιν. τέως μὲν οὖν τὸ ῥεῖθρον ἀγράφῳ κρίσει τούτους μεσάζον τοὺς ὅρους ἐπήξατο, ὅσην δὲ λοιπὸν ἡ πολιτεία βλάβην ἐκ τῶν ἀθέσμων βαρβάρων ὑφίστατο, τῶν μὲν θελόντων τοὺς πεπηγμένους ὅρους ἀεὶ σαλεύειν, τοῦ δὲ Ῥωμαίων κράτους εἴργοντος αὐτοῖς τὰς καθ' ἡμῶν εἰσόδους. ἔμπροσθεν ἄλλοις εὐσυνόπτως ἐγράφη ὅσοις ἔδειξε συμπαρέρπων ὁ χρόνος τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν· ἐγὼ δὲ τοῖς ἔναγχος ἐντυχὼν χρόνοις αὐτοπροσώπως πραγμάτων ἐφάπτομαι, εἴπερ τις ἡμῖν ἔνθεος δοίη χάρις τῇ τῶν τοσούτων πράξεων ἀμετρίᾳ στολὴν παρασχεῖν τεχνικῆς εὐμετρίας. μόλις μὲν οὖν ἔσβεστο τῆς τυραννίδος ὁ δυσκάθεκτος καὶ βιοφθόρος δράκων ὃς ἦγε πολλοὺς εἰς τὸ βλάπτειν αὐχένας ὕδρας ἐκείνης τῆς λαλουμένης πλέον, οἳ μέχρι νῦν σπαίρουσι καὶ τετμημένοι φύουσιν αὖθιςοἱ γὰρ ἰχῶρες πάλιν στάζοντες ὠδίνουσι τὴν καινὴν βλάβην· καὶ ταῦτα πολλῶν πολλάκις τετμημένων ἐκ τοῦ παρ' ἡμῖν εὐσεβοῦς Ἡρακλέους. ὅμως δὲ ταύτην τὴν ἀφορμὴν ἡ νόσος ἐκ τῶν καθ' ἡμᾶς προσλαβοῦσα πραγμάτων πολλὰς ἐποίει τῶν μερῶν διαιρέσεις καὶ τοῖς ἑαυτῶν αἵμασιν πεφυρμένον ὅλον τὸ σῶμα τοῖς πόνοις ἐβόσκετο. ἐντεῦθεν ἡμᾶς, ὡς μέλιτται, βάρβαροι κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην σπουδὴν μὲν εἶχον πᾶσαν ἐξᾶραι πόλιν, πρώτην δὲ τὴν Ἄνθουσαν ὡς πρώτην πόλιν. ἕως μὲν οὖν ἡ ῥίζα τῆς ἀποσπάδος ἐν τοῖς ὑφαρπαγεῖσι τῶν Σκυθῶν τόποις τὸ τοῦ γέροντος ἐθρασεύετο θράσος, ἄχθος μὲν εἶχεν ἐξ ἀνάγκης ἡ Πόλις, ἀλλ' ἦν τὸ λυποῦν τῷ δοκεῖν ὡρισμένον· κουφίζεται γὰρ καὶ τὸ τῆς βλάβης βάρος εἰ μέτρον οἶδεν ἐν κακοῖς,ὡρισμένον· οὕτω μὲν οὖν τὸ τακτὸν εἴχομεν βάρος ἕως τὸ γῆρας τὸν Σκύθην παρεκράτει. ἐπεὶ δὲ τὸν χοῦν ἀντεπῆρεν ἡ κόνις καὶ πρὸς τὸν οἶκον τῆς ταφῆς ὡδοιπόρει, τὴν γῆν <δ'> ὑφέλκων ἐξ ἐκείνης εἵλκετο, μετῆλθεν αὖθις εἰς τὸν ἄγριον βίον τῆς ὠμότητος τοῦ πεσόντος ὁ κλάδος· παλινδρομεῖν γὰρ οἶδεν Εὐρίπου δίκην εἰς τοὺς ἀγωγοὺς τοὺς ἑαυτῆς ἡ φύσις, εἰ καί τις αὐτὴν ἐκ βίας ἐναντίαν ποιεῖν ἑαυτῇ τὴν ῥοὴν ἀναγκάσει. ἐντεῦθεν ἡμῖν ποῖος ἀρκέσει λόγος ἢ νεῦρα φωνῆς ἢ δεκάγλωττον στόμα δι' οὗ φράσαιμι τὸ ξενόσπορον τέρας τὸ τοῦ γέροντος δυσκάθεκτον ἔγγονον, ἢ τὸν κεραυνὸν ἢ τὸν ἔμψυχον σάλον ᾧ γλῶττα μὲν πρόσεστι συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλουτον χάριν, πίστιν δὲ ποίαν καὶ λόγου καὶ πράγματος ὁ πάντα πράττων συμφερόντως δεσπότης παρῆκεν ἢ μεθῆκεν εἰς ὑπερθέσεις θέλων μαλάξαι τὴν ἀσύνθετον φύσιν σχέσει λογισμῶν, δωρεῶν ὑποσχέσει, πειθοῖ τὰ πρῶτα καὶ λόγῳ τὰ δεύτερα; ποίαν δὲ γλώττης οὐκ ἐκίνησεν λύραν ἐκ τῆς ἐν αὐτῷ μουσικῆς ἡρμοσμένην, ᾗ πείθεται μὲν πολλάκις καὶ θηρία, πραΰνεται δὲ καὶ τὸ δημῶδες θράσος ὃ μυρίων τις εὐπορήσας Ὀρφέων οὐκ ἂν μαλάξοι; καὶ γὰρ ἐργωδέστερον ἄνθρωπον ἕλξαι τοῦ μαλάξαι θηρία. ὅμως ἐνίκα τῇ κρίσει τοῦ χείρονος ὁ βάρβαρος νοῦς τὴν κακὴν νίκην ἔχων· ὁ μὲν γὰρ αὐτοῦ τὰς μελανθεί<σ>ας φρένας ἔργων φιλέχθρων ἐκκαθαίρειν ἠξίου, ὁ δ' αὖ γε διπλοῦς Αἰθίοψ ἐγίνετο. ἐπεὶ δὲ λοιπὸν ὡς ἀλώπηξ τοὺς δόλους ὑπῆλθεν ἐνδὺς τὴν κακὴν ἀπιστίαν, ἔξω μὲν ὄψιν ὡς πρὸς εἰρήνην πλάσας ἔσω δὲ λυττῶν ὥστε κλέψαι τὴν μάχην, καὶ πρὸς τὸ τεῖχος ἦλθεν ὡς εἰς συμβάσεις τέχναις ἐνόρκοις συγκαλύψαι τὸν δόλον, καὶ τῷ μὲν εὐτρέπιστο τόξα καὶ μάχη ἡμῖν δὲ δῶρα καὶ πρὸς εἰρήνην λόγοι, μετῆλθεν ἡμᾶς οὐχ ὁ βάρβαρος δόλος ἀλλ' ἡ καθ' ἡμᾶς συγγενὴς ἁμαρτία· ὅμως τὰ πολλὰ τοῦ πάθους σιγητέον· λυπεῖν γὰρ οἶδε καὶ λαλούμενον πάθος. ἀλλ' εἶμι λοιπὸν πρὸς τὰ τῆς νεωτέρας μάχης τρόπαια, καὶ πάλιν δὲ συμμάχου τῆς σῆς προσευχῆς εὐποροῦντες οἱ λόγοι ὡς πρὸς συνήθη καὶ φιλεύδιον πόρον ἄγουσι πρὸς σὲ τὴν λαλοῦσαν ὁλκάδα. ὦ πάντα πράττων ὥστε μὴ στεῖράν ποτε ψυχὴν παρελθεῖν, ἀλλὰ <καὶ> σπείρων ἀεὶ καὶ τεκνοποιῶν τῷ Θεῷ καθ' ἡμέραν καὶ παρθενεύων καὶ πλέον μήτηρ μένων μάλιστα γὰρ νῦν πάντας ὠδίνεις μόνος καὶ πᾶσά σοι γῆ σπαργανοῦται καὶ Πόλις, ταύτης δι' ὑμῶν ἐκ Θεοῦ σεσωσμένης, χαῖρε, στρατηγὲ πρακτικῆς ἀγρυπνίας· σὺ μὲν γὰρ ἑστὼς ἐξ ἑτοίμου καρδίας μηδὲν λαλῶν ἔφραζες, ἡ δὲ σὴ στάσις πτῶσις κατ' ἐχθρῶν εὐθέως ἐγίνετο. χαῖρε, στρατηγὲ τῶν ἐνόπλων δακρύων τῶν πυρπολούντων τὸ θράσος τὸ βάρβαρον· ὅσον γὰρ ἁπλοῖς τὰς ῥοὰς τῶν ὀμμάτων, τοσοῦτον εἴργεις τὰς ῥοὰς τῶν αἱμάτων· ὁρῶν γὰρ ἡμῶν τοὺς ἀκανθώδεις ῥύπους ἐκ τῆς ἀκάρπου τῶν κακῶν κακουργίας πρὸς καῦσιν ἤδη καὶ φθορὰν ἠπειγμένους, φθάνεις τὸ πῦρ μὲν ὡς πρὸς ὕλην ἡμμένον πρὸς δ' αὖ τὰ δένδρα τὴν τομὴν τεθειμένην, πηγὰς δὲ τῶν σῶν ἐξανοίξας ὀμμάτων ἄρδεις τὰ χέρσα καὶ δροσίζεις τὴν φλόγα, καὶ τὰς ἀκάρπους καρδίας μετειργάσω καρποὺς ἐνεγκεῖν ἐξ ἐπομβρίας ξένης. ᾔδεις γάρ, ᾔδεις, ὡς γεωργῶν τὰς φρένας, ὡς οὐκ ἔνεστιν εὐφορῆσαι καρδίαν, εἰ μὴ καθαρθῇ πρῶτον ἀμπέλου δίκην, ἔπειτα πυκνὸν ἐκχέοι τὸ δάκρυον οὕτω τε λοιπὸν ἐκκαλοῖ τοὺς ὄμφακας· πλὴν οὐδὲ ταύτης ἐντελὴς εὐκαρπία ἕως ὁ βλαστὸς προσλαβὼν τὸν ἥλιον καὶ μηδὲν ὠμὸν εὑρεθῇ τῆς ἀμπέλου. ἡμᾶς δὲ τῆς σῆς πίστεως ἡ θερμότης καὶπρὶν γενέσθαι τοὺς συνήθεις ὄμφακας καρποὺς ἐνεγκεῖν ὡρίμους ἠνάγκασε. θέλω δὲ τούτων τὰς ἀφορμὰς τῶν λόγων ὡς τὴν ἔναγχος ἱστορῆσαί σοι μάχην, ἀλλ' ἐξ ἐναύλου τοῦ φόβου συστέλλομαι καὶ μηδὲν εἰπεῖν ὡς θέλω βιάζομαι· ὅμως ὁ πάντων εἰκονογράφος λόγος καὶ ταῦτα μέτροις τεχνικοῖς συναρμόσοι, ὡς παντὸς ἔργου πρακτικὸς καλλιγράφος. ἡ μὲν ζάλη σφύζουσα τῶν ἐναντίων ἐπῆλθεν ἡμῖν, ὡς ἄμετρα κύματα, τὴν ψάμμον ἐκπτύσασα τὴν τῶν βαρβάρων· τὸ γὰρ κακὸν φύσημα τῆς Θρᾴκης ὅλης χειμῶνα πολλῶν ἐκ νεφῶν συνημμένον ἤγειρεν ἡμῖν ἐξ ἀνάγκης ἐν θέρει· ἐπεὶ δὲ λοιπὸν πλησίον τῆς ὁλκάδος τῆς σῆς προ<σ>ῆλθεν ἡ ζέσις τοῦ πνεύματος καὶ πανταχοῦ κίνδυνος ἦν ἠρτυμένος πᾶν γὰρ τὸ κύκλον τοῦ σκάφους ἐβάπτετο, αὐτὸς παριστὰς τοῖς ἐπιπλώταις ὅλοις ἄνω τε ποιῶν ἐκτενῶς τὸν αὐχένα πᾶσιν παρῄνεις ὥστε τῆς ἁμαρτίας ἄχρηστον ὄντα μὴ παρέλκειν τὸν στόλον, ἀλλ' ἐκβαλεῖν ἕκαστον ἐκ τῆς καρδίας τὰ τῶν περιττῶν φορτίων βαρήματα, μή πως κατασπασθεῖσα τῷ δεινῷ βάρει ἡ κοσμικὴ ναῦς ζημιώσῃ τὸν βίον. καὶ ταῦτα πράττων εἰς ἀΰπνους ἡμέρας καὶ πᾶσα γὰρ νὺξ ἔργον εἶχεν ἡμέρας, μόνος τοσοῦτον ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτησε συμπεφυρμένη. Σλάβος γὰρ Οὕννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ γλωττῶν ἔχοντες καὶ τόπων μερίσματα καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι μίαν καθ' ἡμῶν ἀντεκίνησαν μάχην καὶ τὴν ἑαυτῶν ἠξίουν ἀπιστίαν ἔχειν καθ' ἡμῶν πίστιν ἠκριβωμένην· ἔνθεν μὲν οὖν ἔβραζεν ἡ Σκυθοτρόφος Σκύλλα σφοδρῶς ζέσασα, τῆς δὲ Περσίδος ἐκεῖθεν ἡ Χάρυβδις ἀντήχει μέγα· μέσος δὲ τούτων, οὐ πλανήτης ὡς πάλαι, ὁ τῶν δόλων ἐκεῖνος ἦν βουληφόρος· ἀλλ' αὐτὸς ἕλκων ἀπλανῆ τὴν ὀρθίαν καὶ λευκὰ τείνων τῶν λογισμῶν ἱστία τῇ κοσμαγωγῷ συνδιέπλεις ὁλκάδι· καὶ ταῦτα μὲν δὴ πρὸς τὰ τῆς θαλαττίας ὁρμῆς τὰ θεῖα δεικνύει τεχνάσματα. ἐπεὶ δὲ λοιπόν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς Γηγενεῖς πλάττουσι τοὺς ψευδοσπόρους, τῆς γῆς ὁ πυθμὴν βαρβάρους ἀνέπλασε, καὶ πρὸς τὰ τείχη τῆς Φιλοξένου πύλης πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα ὀκτὼ συναθροίζοντα μυριαρχίας, παρῆν δὲ σάλπιγξ καὶ βέλη καὶ φάσγανα, πῦρ καὶ χελῶναι καὶ διᾴττοντες λίθοι νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις· καὶ πᾶσιν ἦν ἄπιστος ἡ σωτηρία, ὅσην παρ' ἡμῖν αὐτὸς εἶχες ἐλπίδα σφίγγουσαν ἡμῶν τὴν ἐπὶ σφαίρας τύχην. ἐγὼ δὲ ταῦτα συγκαλύψαι σοι θέλων οὐκ ἠγνόουν γὰρ ὡς λαθεῖν καὶ νῦν θέλεις σιγᾶν ἔμελλον· ἀλλ' ὁ νοῦς ἠρυθρία κλέψαι τοσούτους εἰσορῶν συνειδότας. οὐκοῦν ἀνάσχου· δυσχερὲς γὰρ εἰκότως κοινὴν καλύψαι καὶ λαθεῖν ὑποψίαν· εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρειταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις. τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα τομώτερον τρέχουσαν ἀστραπῆς τάχους, πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα· καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων· καὶ ταῦτα μὲν δὴ μικρὸν ὕστερον πάλιν εἶχεν κατ' ἐχθρῶν ἐμφανέστερον πέρας. οὐ μὴν παρεῖδεν ἡ τομωτάτη φύσις ἀπὼν παρεῖναι τοῖς πόνοις ὁ δεσπότης, ἀλλ' εἰς τοσοῦτον ἐγγὺς ἦν τῶν φροντίδων ὅσον μεταξὺ τῶν τόπων ἀφίστατο· ἤδη γὰρ εἶχε τρεῖς ἐτῶν περιδρόμους καταστρατηγῶν τῆς ἀθέσμου Περσίδος ἐκδούς τε τὸν νοῦν εἰς ἀμηχάνους τόνους, ὃν οὔτε χειμὼν καυστικὴν ἔχων ζέσιν ἔπεισε δοῦναι τοῖς ἀγῶσιν ἀργίαν οὐδ' αὖ γε μητρὸς ἐξενεύρωσεν πόθος μικρὰν παρασχεῖν τοῦ χρόνου pροθεσμίαν, οὐδ' ἀντανεῖλεν αὐτὸν ἔμφυτος βία τέκνων τοσούτων, οὐδὲ σώματος μάχη κουφισμὸν εὑρεῖν ἀξιοῦσα τῶν πόνων, ἀλλ' ὢν ἀπαύστως ἐν μέσῳ τῶν βαρβάρων, ὡς εἰς ἀκάνθας ἐμπεπλεγμένον ῥόδον, καὶ πρὶν δι' ἡμᾶς Περσικὴν κινῶν μάχην πάλιν δι' ἡμᾶς ψυχικὴν εἶχεν μάχην· καὶ ταῖς ἐπ' ἄμφω προσβολαῖς ἐσφιγμένος, ἀφεὶς τὸν ἐγγύς, εἶχε τὸν μακρὰν πόνον. ἐντεῦθεν ἡμᾶς τῇ φορᾷ τῶν γραμμάτων ὑπεξανῆπτεν, οἷα πῦρ ἀναγκάσαν ἀργοῦσαν ὕλην ἐκπυροῦσθαι πρὸς φλόγα, πυκνῶς κελεύων ἀσφαλεῖς μὲν τὰς βάσεις τὰς πρὸς τὸ τεῖχος εὐτρεπίζειν, ὡς ἔδει, κτίζειν δὲ πύργων ἐκφορὰς ὑπαιθρίους φραγμούς τε ποιεῖν καὶ πεπηγμένους πάλους προσαντιβάλλειν καὶ πλέκειν τεῖχος νέον πλοκάς τε ποιεῖν τοξοτῶν τε καὶ λίθων ταχυδρομούσας μηχανὰς καὶ συνθέσεις· καὶ τὰς ἐνόπλους εὐτρεπίζειν ὁλκάδας, ἃς καὶ πρὸ πολλοῦ συγκροτῶν οὐκ ἠμέλει. τὸ γὰρ πρόσωπον μὴ θέλων ἰδεῖν μάχης ἕτοιμον εἶχεν ἐξ ἀνάγκης τὴν μάχην, στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας καὶ τῆς καθ' αὑτὸν ἀσφαλείας ἠμέλει, μόνην νομίζων ἀσφαλῆ σωτηρίαν εἴπερ τὸ κοινὸν εὑρεθῇ σεσωσμένον· σχεδόν τε πάσας τὰς ἑαυτοῦ φροντίδας εἰς τὰς δι' ἡμᾶς ἀντανῄρει φροντίδας, κίνδυνον ὥσπερ ψυχικὸν δοκῶν ἔχειν εἰ μὴ δι' ἡμᾶς πάντα κίνδυνον πάθοι. οὕτως ἕκαστα καὶ κελεύων καὶ γράφων προϊστόρει μὲν τῷ λόγῳ τὰ πράγματα, ἐζωγράφει δὲ μὴ παρὼν τὰ τῆς μάχης, τάττων, στρατηγῶν, μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ πολιτῶν καὶ ξένων καὶ τῶν ἐν ἀρχαῖς καὶ μεγίσταις ἀξίαις ὑποδραμόντων τοὺς ἑκουσίους πόνους. ἔδει γάρ, οἶμαι, τὸν τοσοῦτον δεσπότην ἔχειν τοσούτους εἰς ἀνάγκην οἰκέτας, οἳ τὰς κελεύσεις τῶν σοφῶν βουλευμάτων μαθόντες ἔργα τοὺς λόγους ἐδείκνυον. οὕτως ἀεικίνητος ὢν ὁ δεσπότης τάχει λογισμῶν καὶ φρενῶν ἀπληστίᾳ πόρρωθεν ἐγγὺς τῇ Πόλει παρίστατο καὶ ταῖς μερίμναις πανταχοῦ συνῆν μόνος ὡς εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσας. ὅμως τὸ πλῆθος τῶν πόνων σου, δέσποτα, εἰς καιρὸν ἡμῖν εὔθετον τηρετέον ἐν ᾧ παρούσης τῆς γαλήνης ἐν μέσῳ εὔκαιρος ὁ πλοῦς ταῖς ἀβύσσοις τῶν λόγων. ἐπεὶ δὲ φρικτὸν ἡ περίστασις φόβον εἶχε βλέπουσα τῆς μάχης τὰ κύματα, ἔδοξε τοῖς ἄρχουσι, τοῖς ὑπηκόοις καὶ τῷ μαγίστρῳ τῶν ἐνόπλων ταγμάτων ἀεὶ γὰρ ὑμῖν εἰς τὸ πᾶν συνημμένοι τὰ κοινὰ σὺν σοὶ τῶν πόνων ἐβάστασαν καθ' ἡμέραν τρέχοντες ὡς ὁδοιπόροι καὶ συμπαρόντες τῇ πολυπλόκῳ μάχῃ ὅπλοις λογισμῶν, τακτικαῖς ἀγρυπνίαις, καίτοιγε ταῦτα μὴ πονοῦντες ἐξ ἔθους, ὅπερ μάλιστα τοὺς πόνους ποιεῖ πόνους παρ' οἷς τὸ μοχθεῖν εἰς μάχην οὐ γίνεται, ὅμως ἔδοξεν ὥστε πρὸς τοὺς βαρβάρους ἄνδρας σταλῆναι παντὸς ἔργου καὶ λόγου πολλὴν ἀποστάζοντας εὐαρμοστίαν προσαγγελοῦντας ὥστε λῦσαι τὴν μάχην πέρας τε κοινῶν συντεθῆναι φροντίδων. τούτων παρ' ἡμῖν τακτικῶς κινουμένων τὸ Περσικὸν φρύαγμα σὺν δόλῳ πάλιν στέλλουσι κλέπτας τῆς θαλάττης ἀγγέλους σπεύδοντας ὥσπερ ἠκονημένον ξίφος θήγειν καθ' ἡμῶν τὸ ξίφος τὸ βάρβαρον. ἐπεὶ δὲ συνδραμόντες ἐξ ἀδηλίας ἐκεῖθεν ἔνθεν οἱ σταλέντες ἄγγελοι εἰς ἓν μέρος συνῆλθον ἐκ τόπων δύο, ὁ βάρβαρος μὲν ὡς ὁμοῦ δεδεγμένος πρέσβεις τοσούτους καὶ πρὸς ὄγκον ἠρμένος συνῆψεν ἄμφω· τοῦτο δὴ δόξης χάριν τὸ δ' αὖ γε πλεῖστον ἐκφοβεῖν ἡμᾶς θέλων. ὁ Περσικὸς γὰρ ἐξανῆπτεν οἰκέτης τὸν θυμόν, ὡς πῦρ ἐκ πυρός, τοῦ βαρβάρου, καὶ χιλίους μὲν συμμάχους ὑπέσχετο, ἡμᾶς δὲ δεινοῖς ἐξεφαύλισεν λόγοις συνέστρεφέν τε συλλαβὼν τῷ βαρβάρῳ γνώμας ἐνόπλους καὶ τεθηγμένους λόγους· τούτοις ὑπαχθεὶς τοῖς λόγοις ἐτέρπετο ὁ τῶν Σκυθῶν τύραννος, ἡ πρώτη βλάβη. ὅμως ὁ πάντων ἀσφαλὴς Ζυγοστάτης καὶ τοῦτον αὐτοῦ tὸν σκοπὸν παρ' ἐλπίδας εἰς τὴν κατ' αὐτοῦ συμφορὰν ἀντιστρέφει· δέον γὰρ αὐτὸν συγκαλύψαι τὸν δόλον σιγῇ τε κρύψαι τοὺς λαθόντας ἀγγέλους· ποιεῖ τὸ κρυπτὸν ἐμφανὲς καὶ γίνεται σύμβουλος ἐχθρὸς καὶ κατήγορος φίλος. ἐπεὶ γὰρ ἦλθον οἱ καλῶς ἐσταλμένοι ἀμήχανον μὲν τὸν πρὸς εἰρήνην λόγον φήσαντες εἶναι τὸν σκοπὸν τοῦ βαρβάρου, τὸν Περσικὸν δὲ μὴ διαδρᾶσαι δόλον, φυλάττεται μὲν τῆς θαλάττης ἡ θύρα τὰς εἰσόδους κλείσασα ταῖς διεξόδοις, ἁλίσκεται δὲ συντόμως τὰ κλέμματα καὶ νυκτὸς ἔργον φῶς ἀνέσχεν ἡμέρας· κοινὸν γὰρ εἶχον πένθος ἐξ ἑνὸς τρόπου τὸ Περσικόν τε καὶ τὸ βάρβαρον γένος τοὺς ἀνταμοιβοὺς προσδοκῶντες ἀγγέλους. ἐπεὶ δὲ λοιπὸν τῆς μάχης ἡ κυρία πρὸς τὴν κρίσιν συνῆλθε τὴν θεόγραφον, πάλιν σὺ κάμνεις· οὐ γὰρ ἀσκόπως φθάσας τῆς κοινότητος ἐντολεὺς κατεστάθης· λαβὼν δὲ θᾶττον τὸν συνήγορον λόγον καὶ πρὸς τὸ τεῖχος ἐκδραμὼν τὸ τῆς δίκης γραφὴν κατ' αὐτῶν ἀσφαλῶς προεξέθου τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ταύτην τις, οἶμαι, τὴν διάγνωσιν βλέπων φήσει δόλῳ σε τὸν κριτὴν ὑφαρπάσαι· δείξας γὰρ αὐτὸ τοῖς ἐναντίοις ὅλοις ἀντιπρόσωπον ἐξανέστησας φόβον καὶ τῶν ἐλέγχων μηδέπω παρηγμένων κόμφευσος αὐτοῖς ἡ δίκη καθίστατο. ὡς εὖ γέ σοι γένοιτο τοῦ καλοῦ δόλου· κρίνας γὰρ ἐν σοὶ καὶ διαγνοὺς τὴν φύσιν ὡς μητρὸς οὐδὲν παιδὶ συμπαθέστερον τὴν τοῦ ∆ικαστοῦ Μητέρα προσηγάγου οἴκτῳ, δεήσει, δακρύοις, ἀσιτίᾳ καὶ τῇ δόσει δὲ τῶν ῥεόντων χρημάτων· ἐκεῖθεν ἔνθεν πολλὰ δοὺς καὶ σκορπίσας πείθεις ἐκείνην πρῶτον· ἡ δὲ συντόμως πείθει τὸ Τέκνον καὶ σχεδὸν πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς ὁ πρὸ τείχους ὡραϊσμένος τόπος· ἡ φλὸξ δὲ καπνίζουσα τὸν καινὸν ζόφον ἐκ τῆς ὁμίχλης τῆς ξένης ἐκρύπτετο. τοῖς δ' αὖ γε Πέρσαις ἐστρατευμένοις πέραν ὡς δὴ καθ' ἡμῶν ἔργον εἶχεν ἡ μάχη κῆρυξ ὁ καπνὸς τοῦ σκότους ἐγίνετο· ἔρως γὰρ ἦν τις τοῖς ἐπ' ἄμφω βαρβάροις, οὐχ ὅστις ὅπλα συντομώτερον λάβοι, ἀλλ' ὃς προφλέξει τοὺς ἀναιτίους λίθους· καὶ ταῦτα μὲν δὴ τοῦτον εἶχε τὸν τρόπον. ἤδη δὲ λοιπὸν συγκροτοῦντες τὴν μάχην οἱ βάρβαροι μὲν τοῦ δικαστοῦ τοὺς τόπους καὶ τοῦ στρατηγοῦ, τῆς ἀτρέπτου Παρθένου, λαβόντες εἶχον ὡσανεὶ τὰς ἀσπίδας, καὶ τοὺς παρ' αὐτῶν δυσσεβῶς ὑβρισμένους ἔχειν συνεργοὺς εἰς ἀνάγκην ἠξίουν. Σθλάβων τε πλήθη Βουλγάροις μεμιγμένα ὁ βάρβαρος νοῦς ἐμβαλὼν ταῖς ὁλκάσι γλύψας γὰρ εἶχεν ἐσκυφωμένα σκάφη, ἔμιξε τῇ γῇ τῆς θαλάττης τὴν μάχην. κἀμοὶ δὲ μῖξις νῦν ἐπῆλθε καὶ μάχη, καὶ πανταχοῦ μοι τοῦ σκοποῦ πεφυρμένου καὶ συγκροτοῦντος τοὺς λόγους ὡς εἰς μάχην τί πρῶτον εἰπὼν δευτέρων ἀπάρξομαι; ἄλλος μὲν οὖν ἔπιπτεν ἐκ ῥιπῆς λίθου λαβὼν κατ' αὐτὸ τὴν βολὴν καὶ τὸν τάφον, ἄλλος δὲ σύννους προσλαλῶν τῷ συμμάχῳ βληθεὶς ἄνωθεν ἐξ ἀδήλου τοξότου τὸ πνεῦμα θᾶττον ἀνταφῆκε τοῦ λόγου· καί τις παρ' αὐτοῖς ἐν μεγίσταις ἀξίαις τάξαι νομίζων εἰς δέον τὰ τάγματα ἔστη παρεισδὺς ἐν μέσῳ τῶν ἀσπίδων, κρύπτειν ἑαυτὸν ἀσφαλῶς ἠπειγμένος· βολὴ δέ τις φθάσασα συντόμου λίθου ἀπροσδοκήτως διχοτομεῖ τὰς ἀσπίδας, καὶ τὰς μὲν ὠθεῖ, τῷ δὲ γίνεται φόνος· οἱ δ' αὖ γε λοιποὶ πάντες, ἀκρίδων δίκην, ἔπιπτον ἄρδην δυστυχοῦντες εὐστόχως. οὕτως ἀπηκρίβωσεν ἡ θεία κρίσις τὰ τόξα, τοὺς βάλλοντας, αὐτοὺς τοὺς λίθους, ὡς μηδὲν εἰκῇ συμπεσεῖν ἐρριμμένον· ἀλλ' ἦν τὸ πεμφθὲν εὐστόχως ἀφιγμένον πρὸς τὴν ἑκάστην τῶν βεβλημένων τύχην. καὶ ταῦτα μὲν δὴ τῆς τύχης τὰ πράγματα τὰ νῶτα τῆς γῆς εὐφόρως ἐβάστασεν· ἔδει δὲ λοιπὸν καὶ τὰ τῶν θαλαττίων λαβεῖν ἀγώνων τὴν ἰσόρροπον κρίσιν. καί μοι πρόσεστι τοῦτο θαυμάσαι πλέον· πῶς τὴν τοσαύτην τῆς θαλάττης οὐσίαν οἱ βάρβαροι βλέποντες ἐξηπλωμένην, δοκοῦντες ὥσπερ ἐστενῶσθαι τῷ πλάτει, ἐκεῖ συνεκλείσθησαν εὐθέως ὅπου τὸν οἶκον εἶχεν ἡ στρατηγὸς Παρθένος· ἐκεῖ γὰρ ὥσπερ ἐν θαλάττῃ δίκτυον τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη. ἐπεὶ δὲ συννεύσαντες ἀλλήλοις ὅλοι ἐπῆλθον ἡμῶν σὺν βοῇ ταῖς ὁλκάσιν, ἐντεῦθεν ἦν ἄδηλος ἡ δήλη μάχη· μόνην γὰρ οἶμαι τὴν Τεκοῦσαν ἀσπόρως τὰ τόξα τεῖναι καὶ βαλεῖν τὴν ἀσπίδα, καὶ ταῖς ἀδήλοις συμπλοκαῖς μεμιγμένην βάλλειν, τιτρώσκειν, ἀντιπέμπειν τὸ ξίφος, ἀνατρέπειν τε καὶ καλύπτειν τὰ σκάφη δοῦναί τε πᾶσι τὸν βυθὸν κατοικίαν. ξένον γὰρ οὐδὲν εἰ <προ>πολεμεῖ Παρθένος, δι' ἧς παρῆλθεν εἰς τὸ τῆς ψυχῆς σέβας οὐκ οἶδα πῶς πεμφθεῖσα ῥομφαία πάλιν· ὅμως παρῆλθεν ἢ διῆλθεν ὀξέως τρώσασα τὴν ἄτρωτον οὐδαμοῦ φύσιν. οὕτω μὲν οὖν ἐκεῖνα τὰ γλυπτὰ σκάφη τὸν ὅρμον εἶχον ἐξ ἀνάγκης εἰς ζάλην· πολλὴ δὲ φύρσις καὶ φόβος καὶ σύγχυσις τοῖς ναυμαχοῦσι βαρβάροις συνήρχετο. καὶ πού τις αὐτῶν ἐκπεσὼν τῆς ὁλκάδος πλωτὴρ σχεδιάζων τὴν τέχνην ηὑρίσκετο, ἄλλος δὲ νεκρὸν εἰς ὕδωρ μιμούμενος ἤλπιζε φεύγειν τῷ δοκεῖν πεπνιγμένος, καί τις παρ' αὐτοῖς ἀντὶ πύργου τὴν τρόπιν λαθὼν ὑπῆλθε καὶ πολὺν μείνας χρόνον ἐκ τῆς ἀνάγκης δυστυχῶν ἐκαρτέρει· ὅμως ἐκείνους πάντας, ὡς ἕνα στόλον, ὁ τῆς θαλάττης συγκατέκλυσεν σάλος. ἐντεῦθεν ὁ πρὶν ἀφθόνως ἀνημμένος πνέων τε πυρσὸν ἐκ λόγων πυρεκβόλων ἀπῃθάλωτο συντόμως ὁ βάρβαρος, ἄφνω δὲ τέφρα προσφόρως ἐγίνετο, ὡς πῦρ ἀνάψας εἰς ἀνέγκλητα ξύλα. ἄλλος γὰρ ἄλλον ἐξέπεμπεν ἄγγελον φέροντας αὐτῷ συμφορὰς ὡς δράγματα, ἐκ γῆς μὲν εἰς θάλατταν, εἰς δὲ γῆν πάλιν ἐκ τῆς θαλάττης δυστυχημάτων σάλον. οὕτω μὲν οὖν ἔπασχε τὸν καινὸν σάλον εἰς γῆν νομίζων κυματοῦσθαι τὰς ἀφιγμένων πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστορεσμένη ἐξ ἀλλοφύλων αἱμάτων φοινίσσεται· καὶ νῦν Ἐρυθρὰ κυρίως ἀκούεται καλῶς βαφεῖσα τῇ βαφῇ τῶν βαρβάρων. ἔδει γάρ, οἶμαι, τὸν Φαραὼ τὸν δεύτερον βλέπουσαν αὐτὴν καὶ νέον σὲ Μωσέα τὰς τῆς Ἐρυθρᾶς εἰκονίζειν ἐμφάσεις· καὶ νῦν ἔχουσιν εἰς σοροὺς τὰ κύματα μνήμην ἔνυγρον καὶ ταφὴν Αἰγυπτίαν· οὐκ ἦν γὰρ εἰκὸς ἐνδεεστέραν βλέπειν πρὸς τὴν παλαιὰν τὴν νέαν τιμωρίαν. ᾄσωμεν οὖν τὸν ὕμνον, οὐκ ἐν τυμπάνοις ἄρρυθμα βομβήσαντες, ἀλλ' ἐξ ὀργάνων τῶν ἔνδον ἡμῶν μυστικῶς ἡρμοσμένων· καὶ νεῦρα μὲν τείνωμεν ἐψυχωμένα καὶ πλῆκτρα γλώττας καὶ τὰ χείλη κύμβαλα, αἰσθήσεων δὲ πενταχόρδῳ συνθέσει τὸν ἄκρον εἰς τὸν πρῶτον εἴπωμεν τόνον. οὕτω γὰρ ἡ μὲν ὄψις ἡ τῶν ὀμμάτων πᾶσαν καθαίρει βλαπτικὴν θεωρίαν· ἡ δ' αὖ νοητὴ τῶν ἀκουσμάτων πύλη ἤχοις ἀτάκτοις οὐκ ἀνοίξει τὰς θύρας, οὐδ' αὖ γε τὴν ὄσφρησιν ἠπατημένην ἥδυσμα πικρᾶς ἡδονῆς ὑφαρπάσοι καὶ γεῦσις ἔσται μὴ φθορᾶς παραιτία, ἀλλ' εἰς τροφὴν ἄφθαρτον ηὐτρεπισμένη, ἁφαῖς τε ῥευστῶν λημμάτων ἐλευθέραις τὰ Χριστάδελφα ψηλαφήσωμεν μέλη, ὅπως ὁ πάσης ἀρχιτέκτων οὐσίας τὸ πανσθενὲς στήριγμα τῶν ὁρωμένων καὶ τῶν ἀδήλων ἡ πεπηγμένη βάσις, ὁ παιδαγωγῶν συμφερόντως τὴν φύσιν καὶ σωφρονισταῖς ἐκφοβῶν διδασκάλοις τὴν νηπιώδη τῶν παθῶν ἀταξίαν, καὶ νῦν στρατεύσας τοὺς πυραυγεῖς συμμάχους κατὰ σκοτεινῶν ἀντιτάξοι βαρβάρων, δείξοι τε Τίγριν καὶ τὸν Ἴστριον πόρον ὡς πρὶν τὸ Νείλου ῥεῖθρον ᾑματωμένους ὅπως μεθυσθῇ συγγενῶν ἐξ αἱμάτων ὁ βάρβαρος νοῦς δυστυχῶς γεγευμένος, αὔξοι δὲ τὴν σὴν εὐσεβῆ φυτουργίαν, τὸν δεσπότην θάλλοντα τοῖς θείοις κλάδοις· θύρας τε πολλοῖς ἐξανοίγοι τοῖς λόγοις νικῶντος αὐτοῦ πανταχοῦ τοὺς βαρβάρους. ἐνταῦθά μοι νῦν τὸν βραδύγλωττον λόγον τὸ συμπέρασμα τοῦ σκοποῦ περιγράφει· τῷ σῷ δὲ τέκνῳ, τῷ νεωτέρῳ κράτει, τούτους προσειπεῖν εὐτρεπίζω τοὺς λόγους· νίκη φάνηθι· νῦν λαβεῖν σε νυμφίον ἔξεστι τοῦτον, ᾧ τὰδῶρα τῶν γάμων δέδωκας ἤδη τὴν σφαγὴν τῶν βαρβάρων.

Εἰς Μαρίαν Μαγδαληνήν - Κασσιανή

 Εκκλησιαστικα Κειμενα / Προσευχές / Εἰς Μαρίαν Μαγδαληνήν - Κασσιανή

Εἰς Μαρίαν Μαγδαληνήν

Κασσιανή

Χριστιανικός ύμνος


Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα,
μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη μύρον σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει·
5 :«οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει,
οἶστρος ἀκολασίαςζοφώδης τε καὶ ἀσέληνος,
ἔρως τῆς ἁμαρτίας·
δέξαι μου τὰς πηγὰς τῶν δακρύων
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
10 :κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας
ὁ κλίνας τοὺς οὐρανοὺς τῆι ἀφράστωι σου κενώσει·
καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν
τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
15 :ὧν ἐν τῶι παραδείσωι Εὔα τὸ δειλινὸν
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα τῶι φόβωι ἐκρύβη·
ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδηις
20 :ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.»

Γνῶμαι Κασίας - Κασσιανή

Εκκλησιαστικα Κειμενα / Προσευχές / Γνῶμαι Κασίας - Κασσιανή

Γνῶμαι Κασίας

Κασσιανή


Cod. Brit. Mus. Addit 10072., Fol. 93 sqq.

Δύο φιλούντῶν τὴν ἐν Χριστῶι φιλίαν
σασμός οὐκ ἔνεστιν, ἀλλ᾽ ἔρις μᾶλλον.
Φίλωι φιλοῦντι χαρίζου τὸ φιλεῖσθαι,
τῶι δ᾽ ἀγνώμονι εἰς κενὸν τὸ φιλεῖσθαι.
5 Μέγα τὸ μικρόν, ἂν ὁ φίλος εὐγνώμων·
τῶι δ᾽ ἀχαρίστωι σμικρότατὸν τὸ μέγα.
Εἰ θέλεις πάντως καὶ φιλεῖν καὶ φιλεῖσθαι,
τῶν ψιθυριστῶν καὶ φθονερῶν ἀπέχου.
Φίλος ἐν λύπαις συνὼν τοῖς φιλεστάτοις
10 ὕφεσιν εὗρε τῶν σφοδρῶν ἀλγηδόνων.
Φρόνιμον φίλον ὡς χρυσὸν κόλπωι βάλλε,
τὸν δ᾽ αὖ γε μωρὸν φεῦγε καθάπερ ὄφιν.
Φίλον φιλητὸς φιλοῦντα συναντήσας
γέγηθε λαμπρῶς ὥσπερ ὄγκον εὑρὼν χρυσίου.
15 Φίλος δ᾽ ὑψωθεὶς συνυψώσει τοὺς φίλους.
Κρεῖσσον δὲ πάντως καὶ χρυσοῦ καὶ μαργάρων
ἑσμὸς φιλούντων πρὸς φιλοῦντας γνησίως.
Φραγμὸς πέφυκεν ἡ τῶν φίλων ἀγάπη.
Πλοῦτος δ᾽ ἄχρηστος, ἐὰν μὴ φίλον ἔχηι.
20 Φίλος τὸν φίλον καὶ χώρα χώραν σώιζει.
Φίλων φιλούντων ἐν λύπαις ὁμιλίαι
ἡδύτεραι μέλιτος παντὸς καὶ ὄψου.
Φίλον γνήσιον δ᾽ ἡ περίστασις δείξει·
οὐ γὰρ ἀποστήσεται τοῦ φιλονμένου.
25 Φίλος λεγέσθω ὁ φιλῶν ἄνευ δόλου,
ὁ δ᾽ αὖ σὺν δόλωι οὐ φίλος, ἀλλ᾽ ἐχθρός σοι.
Πάντας δ᾽ ἀγάπα· μὴ θάρρει δὲ τοῖς πᾶσιν.
Γάλα καὶ μέλι συγγενῶν ὁμιλίαι.
Σύνεσις παίδων γερόντων ὁμιλίαι.
30 Ἀσκανδάλιστος βίος ἦ πλοῦτος μέγας.
Ὥσπερ σκοτεινὸς οἶκος οὐκ ἔχει τέρψιν,
οὕτως πέφυκεν ὁ πλοῦτος ἄνευ φίλων.
[Στοργὴ κολάκων ὡς γραπτὴ πανοπλία·
πλανῶσιν [γὰρ] ὑμᾶς ἡδοναῖς ἐπαινέται.
35 Ὥσπερ ἔχιδνα ῥήσσει τὴν τετοκυῖαν,
οὕτως ὁ φθόνος τὸν φθονοῦντα ῥηγνὑει.
Ἀρχὴ τοῦ φθόνου τῶν καλῶν εὐτυχία·
μηδὲν κερδαίνων ὁ φθόνος <ἀποκάμνει>.
Ἀνδρὸς φθονεροῦ μέμηνεν ἡ καρδία.
40 Ἔξελε πᾶς τις τοῦ φθόνου τὸ στοιχεῖον·
[τὸν] θάνατόν φημι· καὶ φέρει τοῦτον φθόνος·
πολλοῖς γὰρ συμβέβηκεν ἐκ φθόνου φόνος.
Φθόνε κάκιστε, τίς ὁ τεκών σε, φράσον,
καὶ τίς ὁ πατάσσων σε καὶ διαρρήσσων;
45 Ἐμὲ τέτοκε πάντως κενοδοξία,
πατάσσει δέ με φιλαδελφία δῆλον,
διχάζει δέ με θεοῦ φόβος εἰς τέλος
καὶ διαρρήσσει ταπείνωσις εἰς ἅπαν.
Φθονεῖν μὴ δῶς μοι, Χριστέ, μέχρι θανάτου,
50 τὸ δὲ φθονεῖσθαι δός μοι· ποθῶ γὰρ τοῦτο,
τὸ δὲ φθονεῖσθαι πάντως ἐν ἔργοις θείοις.
θυμὸς πέφυκε τῶν κακίστων τὸ πέρας·
θυμὸς οὐ τιμᾶι φιλίαν, οὐκ αἰδεῖται.
Πᾶς μνησίκακος καὶ φθονερὸς προδήλως·
55 γεννήτρια γὰρ μνησικακία φθόνου.
Πλουτῶν πλήθυνον τοὺς φίλους ἐκ τοῦ πλούτου,
ἵνα σου πτωχεύσαντος μὴ ἐκσπασθῶσιν.
Πλοῦτος ἐπικάλυμμα κακῶν μεγίστων,
ἡ δὲ πτωχεία πᾶσαν γυμνοῖ κακίαν.
60 Κρεῖσσον πτωχεύειν ἢ πλουτεῖν ἐξ ἀδίκων.
Πλοῦτον μὴ ζήτει, μηδ᾽ αὖ πάλιν πενίαν·
ὁ μὲν γὰρ τὸν νοῦν φυσιοῖ καὶ τὴν γνῶσιν,
ἡ δὲ τὴν λύπην ἀκατάπαυστον ἔχει.
Εὐημερῶν δ᾽ ἐκδέχου καὶ δυστυχίαν·
65 εἰς δυστυχίαν δ᾽ ἐμπεσὼν γενναίως φέρε.
Μόνος μονωθεὶς ὁ τὰς ὀδύνας ἔχων
διπλῆν ἔχει σκότωσιν καὶ ῥαιθυμίαν.
Μέγα φάρμακον τοῖς πενθοῦσιν ὑπάρχει
τῶν συναλγούντων τὸ δάκρυον καὶ ῥῆμα.
70 Βάσανον ἔχει τὴν ζωὴν ὁ ἐν λύπαις.
Εἰ τὸ φέρον σε φέρει, φέρου καὶ φέρε·
εἰ δὲ τὸ φέρον σε φέρει καὶ σὺ οὐ φέρεις,
σαυτὸν κακώσεις καὶ τὸ φέρον σε φέρει.
Πρὸς κέντρα μὴ λάκτιζε γυμνοῖς ποσί σου·
75 ἐπεὶ τὰ κέντρα μηδαμῶς καταβλάψας
σαυτὸν τρώσειας καὶ πόνον ὑποστήσηι.
Κρεῖσσον μόνωσις τῆς κακῆς συνουσίας.
Κρεῖσσον καὶ νόσος τῆς κακῆς εὐεξίας.
Κρεῖσσον ἀσθενεῖν ἡ κακῶς ὑγιαίνειν.
80 Κρεῖσσον σιωπᾶν ἢ λαλεῖν ἃ μὴ θέμις,
ἐκ σιωπῆς γὰρ οὐ κίνδυνος, οὐ μῶμος,
οὐ μετάμελος, οὐκ ἔγκλησις, οὐχ ὅρκος.
Μέγα τὸ κέρδος τῆς καλῆς συμμετρίας.
Εἰ μισεῖς τὸ ψέγεσθαι, τινὰ μὴ ψέξηις.
85 Μισῶ φονέα κρίνοντα τὸν θυμώδη.
Μισῶ τὸν μοιχόν, ὅταν κρίνηι τὸν πόρνον
Μισῶ τὸν μωρὸν φιλοσοφεῖν δοκοῦντα.
Μισῶ χρεώστην ἀμερίμνως ὑπνοῦντα.
Μισῶ κολοβὸν μακρὸν ἐξουθενοῦντα.
90 Μισῶ σιωπήν, ὅτε καιρὸς τοῦ λέγειν.
Μισῶ μὴ ζητούμενον καὶ προσμολοῦντα.
Μισῶ τὸν διδάσκοντα μηδέν εἰδότα.
Ἀνὴρ φαλακρὸς καὶ κωφὸς καὶ μονόχειρ,
μογγίλαλός τε καὶ κολοβὸς καὶ μέλας,
95 λοξὸς τοῖς ποσὶ καὶ τοῖς ὄμμασιν ἅμα
ὑβρισθεὶς παρά τινος μοιχοῦ καὶ πόρνου,
μεθυστοῦ, κλέπτου καὶ ψεύστου καὶ φονέως
περὶ τῶν αὐτῶι συμβεβηκότων ἔφη·
Ἐγὼ μὲν οὐκ αἴτιος τῶν συμβαμάτων·
100 οὐ γὰρ θέλων πέφνυκα τοιοῦτος ὅλως·
σὺ δὲ τῶν σαυτοῦ παραίτιος πταισμάτῶν
ἅπερ γὰρ οὐκ ἔλαβες παρὰ τὸν πλάστου,
ταῦτα καὶ ποιεῖς καὶ φέρεις καὶ βαστάζεις.
Ἀνὴρ ἀληθὴς ἐκφεύγει πάντως ὅρκον.
105 Ἀνδρὸς ἀληθοῦς ὁ λόγος ὥσπερ ὅρκος·
ἄνδρὸς δὲ φαύλου καὶ τὸ ψεῦδος μεθ᾽ ὅρκου.
Πᾶς πολύορκος εἰς ψευδορκίαν πίπτει.
Κακὸν ὀμόσαι, χεῖρον | ἐπιορκῆσαι.
Χρὴ παντάπασι φυλάττεσθαι τὸν ὅρκον.
110 Πᾶς φιλόνεικος πληθύνει καὶ τοὺς ὅρκους·
πᾶς φιλόνεικος καὶ θυμὸν συνεισφέρει.
Ἐν δ᾽ ἀμφιβόλοις νεύει πᾶς τις ἐχέφρων.
[καὶ φεύγει πάμπαν τοὺς ἐχθραίνοντας μάτονς.
Φειδωλὸς ἰδὼν τὸν φίλον ἀπεκρύβη
115 καὶ τοὺς οἰκέτας τὸ ψεύδεσθαι διδάσκει.
Φεύγει φειδωλὸς συμπόσια τῶν φίλων.
Φειδωλὸς ἅπας φίλους πτωχοὺς βαρεῖται.
Ἀνὴρ στοχαστὴς μάντις ἄριστός ἐστιν·
τεκμαίρεται κινδύνους ἐκ τῶν πραγμάτων.
120 [Εὑρὼν δυστυχὴς χρυσίον εἷλε τοῦτο
καὶ γέγονε κίνδυνος ἐκ τούτου τούτωι·
ὁ δ᾽ εὐτυχής, κἂν ὄφιν εὕρηι ζῶντα,
εἰς ὄφελος γίνεται τούτωι καὶ κέρδος.
Σπάνιόν ἐστι τοῦ ἀγαθοῦ ἡ κτήσις,
125 τοῦ δ᾽ αὖ γε κακοῦ λίαν εὐχερέστατη.
Δυστυχὴς ἅπας ἐν πᾶσι κονδυλίζει,
τῶι δ᾽ εὐτυχεῖ πέφυκεν εὐθὺ τὰ πάντα.
Οὐκ ἔστι μωρῶι φάρμακον τὸ καθόλου
ουδὲ <καὶ> βοήθεια πλὴν τοῦ θανάτου.
130 μωρὸς τιμηθεὶς κατεπαίρεται πάντων,
ἐπαινεθεὶς δὲ θρασύνεται <καὶ> πλέον.
ὡς γὰρ ἄπορον κάμψαι κίονα μέγαν,
οὕτως οὐδ᾽ ἄνθρωπον μωρὸν μεταποιεῖς.
Αἱρετώτερον φρονίμοις συνδιάγειν
135 ἤπερ πλουσίοις μωροῖς καὶ ἀπαιδεύτοις.
Γνῶσις ἐν μωρῶι πάλιν ἄλλη μωρία·
γνῶσις ἐν μωρῶι κώδων ἐν ῥινὶ χοίρου.
Δεινὸν τὸν μωρὸν γνώσεὡς τι μετέχειν·
ἢν <δὲ> καὶ δόξης, δεινότατον εἰς ἅπαν·
140 ἢν δὲ καὶ νέος ὁ μωρὸς καὶ δυνάστης,
παπαῖ καὶ ἰώ, φεῦ καὶ οὐαὶ καὶ πόποι.
Οἴμοι, κύριε, μωροῦ σοφιζομένου·
ποῦ τις τράποιτο; ποῦ βλέψοι; πῶς ὑποίσοι;
Μωρὸς πάντως πέφυκε περισσοπράκτωρ·
145 μωρὸς βαλὼν πέδιλα πανταχοῦ τρέχει.
Κρεῖσσόν σοι, μωρέ, πάμπαν μὴ γεννηθῆναι
ἢ γεννηθέντα τῆι γῆι μὴ βηματίσαι.
Περιστάσεσιν ἐμπίπτων μὴ ἐκλύου·
πάντως γὰρ οὐδὲν θεοῦ πάθοιμεν δίχα.
150 Ὑβριζόμενος καὶ τὰ ἶσα μὴ λέγων
σοφὸς δειχθήσηι καὶ φρόνιμος εἰς ἄγαν.
Ἀνὴρ φρόνιμος ἐπικρατὴς ἀφρόνων,
αὐτοκράτωρ δὲ τῶν παθῶν ὁ τοιοῦτος.
Ἀνὴρ ὑψαύχην μισητὸς τοῖς ὁρῶσιν,
155 ἐπέραστος δὲ τοῖς πᾶσι ταπεινόφρων.
Ἀπαιδευσίας μήτηρ ἡ παρρησία·
παρρησία λέγεται παρὰ τὸ ἶσον·
πέρα γάρ ἐστι τοῦ ἴσου καὶ τοῦ μέτρου.
Ἤνεγκέ μοί τι κέρδος ἡ δυσπραξία,
160 ὥσπερ τὸν χρυσὸν ἐν πυρὶ δοκιμάζεις.


Cod. Laur. 87, 16. Fol. 353. sqq.

Φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τίκτει.
Κρεῖσσον ἀληθῶς ἐπιφυλλὶς δικαίου
ἤπερ τρυγητὸς ἀσεβῶν παρανόμων.
Δεινὸν τὸν μωρὸν γνώσεως συμμετέχειν·
5 ἂν δὲ καὶ δόξης, δεινότατὸν εἰς ἅπαν·
ἂν δὲ καὶ νέος καὶ μωρὸς καὶ δυνάστης,
παπαῖ καὶ ἰού, φεῦ καὶ οὐαὶ καὶ πόποι.
Κρεῖσσον τῶι μωρῶι πάμπαν μὴ γεγεννῆσθαι
ἢ γεννηθέντα τῆι γῆι μὴ βηματίσαι,
10 ἀλλὰ συντόμως Ἅιδηι παραπεμψθῆναι.
Κρεῖσσον ἡττᾶσθαι τοῦ νικᾶν ἀπεικότως.
Κρεῖσσον ὀλίγον καλὸν ἐξ εὐνομίας
ἢ τὸ πολλοστὸν ἀπὸ παρανομίας.
Κακοῖς συνεῖναι πάμπαν οὐκ ἐξισχύει
15 ὁ κεκτημένος μισοπόνηρον γνώμην.
Ἐνεργείαι μὲν τῶν πονηρῶν δαιμόνων,
τῆι τοῦ θεοῦ δὲ πάντως παραχωρήσει
κακοποιοῦσιν οἱ κακοὶ τοὺς βελτίους
πρὸς τὸ δειχθῆναι τούτους εὐριζοτέρους.
20 Μωροῖς φρόνιμος συνδιάγειν οὐ σθένει·
ἀτονήσει γὰρ τῆι τούτων ἀντιθέσει,
ἢ πῶς τὴν τούτων θρασύτητα νικήσοι;
Αἱρετώτερον φρονίμοις συμπτωχεύειν
ἤπερ συμπλουτεῖν μωροῖς καὶ ἀπαιδεύτοις.
25 καὶ μοὶ δοίη γε Χριστός συγκάκουχεῖσθαι
φρονίμοις ἀνδράσι τε καὶ σοφωτάτοις
ἤπερ συνευφραίνεσθαι μωροῖς ἀλόγοις.
Τῆς λ<αθροβού>λ<ου> κρείττῶν ἀγάπης μάχη·
φυλάττεται γὰρ πᾶς τις ἐκ τῆς δευτέρας,
30 εἰς δὲ τὴν πρώτην πλανηθεὶς.
Πᾶν τὸ βιασθὲν τάχος ἐκκλίνει πάλιν,
τὸ δ᾽ αὖ φυσικὸν καὶ μόνιμον ὑπάρχει.
Τῶν Ἀρμενίων τὸ δεινότατον γένος
ὕπουλόν ἐστι καὶ φαυλῶδες εἰς ἄγαν,
35 μανιῶδες τε καὶ τρεπτὸν καὶ βασκαῖνον,
πεφυσιωμένον πάμπλειστα καὶ δόλου πλῆρες·
εἶπέ τις οοφὸς περὶ τούτων εἰκότως·
Ἀρμένιοι φαῦλοι μέν, κἂν ἀδοξῶσι,
φαυλότεροι δὲ γίνονται δοξασθέντες,
40 πλουτήσαντες δὲ φαυλότατοι καθόλου,
ὑπερπλουτισθέντες <δὲ> καὶ τιμηθέντες
φαυλεπιφαυλότατοι δείκνυνται πᾶσι.
Γυνὴ μοχθηρὰ καὶ φίλεργος καὶ οώφρων
τὴν δυστυχίαν νενίκηκε προδήλως·
46 γυνὴ δὲ νωθρὰ καὶ μίσεργος καὶ φαύλη
τὴν κακὴν ὄντως ἐπεσπάσατο μοῖραν.
Ῥανίδα τύχης εἰκότως αἱρετέον
ἢ κάλλος μορφῆς ἄγαν ἐξηιρημένον.
Χάριν κεκτῆσθαι κρεῖττον παρὰ κυρίου
50 ἤπερ ἀχαρίτωτον κάλλος καὶ πλοῦτον.
Κάλλος πέφυκεν εὔχροια πρὸ τῶν ὅλων,
ἔπειτα μερῶν καὶ μελῶν συμμετρία.
ῦλον γυναικῶν ὑπερισχύει πάντων·
καὶ μάρτυς Ἔσδρας μετὰ τῆς ἀληθείας.
55 Κακὸν ἡ γυνὴ κἂν ὡραία τῶι κάλλει·
τὸ γὰρ κάλλος κέκτηται παραμυθίαν·
εἰ δ᾽ αὖ δυσειδὴς καὶ κακότροπος εἴη,
διπλοῦν τὸ κακὸν παραμυθίας ἄτερ.
Μέτριον κακὸν γυνὴ φαιδρὰ τῆι θέαι,
60 Όμως παρηγόρημα τὸ κάλλος ἔχει·
εἰ δ᾽ αὖ καὶ γυνὴ καὶ δύσμορφος ὑπάρχοι,
φεῦ τῆς συμφορᾶς, φεῦ κακῆς εἱμαρμένης.
Ῥάιδιόν ἐστι τὸ κακὸν τοῦ βελτίου·
τὸ γὰρ ἀγαθὸν ἔοικεν ἀναφόρωι,
65 τὸ δ᾽ αὖ πονηρὸν οἷον τῶι κατηφόρωι·
καὶ πᾶς τις οἶδε, πόσον κατωφορίζειν
εὐκοπώτερον ἤπερ ἀναφορίζειν.
Ποθεῖς ἐπαίνους· ἐπαινετέα πρᾶττε!
Ὁ πλοῦτὸν ἔχων καὶ μὴ διδοὺς ἐτέρωι,
70 ἐν οἷς εὐτυχεῖ, δυστυχεῖ δηλονότι
εἰς ψυχικὸν φυλάττων ὄλεθρον τοῦτον,
ὁ δ᾽ αὖ πενίαν εὐχαριστίαι φέρων
δυστυχῶν εὐτύχησεν εἰς τὸν αἰῶνα.
Τῆς αὐτῆς περὶ μοναχῶν.
Μοναχός ἐστιν ἐαuτὸν μόνον ἔχων.
75 Μοναχός ἐστι μονολόγιστος βίος.
Μοναχὸς ἔχων βιωτικὰς φροντίδας
οὗτος πολλοστός, οὐ μοναχὸς κεκλήσθω.
Μοναχοῦ βίος κουφότερος ὀρνέου.
Μοναχοῦ βίος περιεργίας ἄνευ.
80 Μοναχοῦ βίος εἰρηνικὸς διόλου.
Μοναχοῦ βίος ἀτάραχος καθάπαξ.
Μοναχοῦ βίος ἡσύχιος διόλου.
Μοναχός ἐστι πεπαιδευμένη γλῶττα.
Μοναχός ἐοτι μὴ πλανώμενον ὄμμα.
85 Μοναχός ἐστι νοῦς κατεστηριγμένος.
Μοναχός ἐστιν ἀπαράνοικτος θύρα.
Μοναχός ἐστι στηριγμὸς ἀστηρίκτων.
Μοναχός ἐστι καθίστορον βιβλίον
δεικνύον ὁμοῦ τοὺς τύπους καὶ διδάσκον.
90 Βίος μοναστοῦ λύχνος φαίνων τοῖς πᾶσι.
Βίος <μονα>στοῦ ὁδηγὸς πλανωμένων.
Βίος μοναστοῦ φυγαδευτὴς δαιμόνων.
Βίος μοναστοῦ θερα<π>ευτὴς ἀγγέλων.
Βίος μοναστοῦ πρός δόξαν θεοῦ μόνου.
95 Τάξις ἀρίστη τοῦ παντὸς ἀρχομένου
<καὶ> τελειοῦντος πᾶν ἔργον τε καὶ ῥῆμα
θεὸν ποιεῖσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος.